Παυσανίου Ελλάδος περιήγησις

Chapter: Βιβλίο 8

Κεφάλαιο 17

Παράγραφοι 1, 2, 3, 4, 5, 6

8.17.1 μετὰ δὲ τοῦ Αἰπύτου τὸν τάφον ὄρος τε ὑψηλότατον ὀρῶν τῶν ἐν Ἀρκαδίᾳ Κυλλήνη καὶ Ἑρμοῦ Κυλληνίου κατεῤῥιμμένος ναός ἐστιν ἐπὶ κορυφῆς τοῦ ὄρους: δῆλα δέ ἐστιν ἀπὸ Κυλλῆνος τοῦ Ἐλάτου τῷ τε ὄρει τὸ ὄνομα καὶ ἡ ἐπίκλησις γεγενημένη τῷ θεῷ.

8.17.2 τοῖς δὲ ἀνθρώποις τὸ ἀρχαῖον, ὁπόσα καὶ ἡμεῖς καταμαθεῖν ἐδυνήθημεν, τοσάδε ἦν ἀφ’ ὧν τὰ ξόανα ἐποιοῦντο, ἔβενος, κυπάρισσος, αἱ κέδροι, τὰ δρύινα, ἡ μῖλαξ, ὁ λωτός: τῷ δὲ Ἑρμῇ τῷ Κυλληνίῳ τούτων μὲν ἀπὸ οὐδενός, θύου δὲ πεποιημένον τὸ ἄγαλμά ἐστιν, ὀκτὼ δὲ εἶναι ποδῶν μάλιστα αὐτὸ εἰκάζομεν.

8.17.3 παρέχεται δὲ καὶ θαῦμα τοιόνδε ἡ Κυλλήνη: κόσσυφοι γὰρ οἱ ὄρνιθες εἰσιν ἐν αὐτῇ: οἱ δὲ ὑπὸ Βοιωτῶν καλούμενοι γένος ἄλλο πού τί εἰσιν ὀρνίθων, οὐκ ᾠδικόν. ἀετοὺς μὲν οὖν ὀνομαζομένους κυκνίας μάλιστα ἐοικότας κύκνῳ λευκότητα οἶδα ἐν Σιπύλῳ θεασάμενος περὶ λίμνην καλουμένην Ταντάλου: ὗς δὲ ἀγρίους λευκοὺς καὶ ἄρκτους τῶν Θρᾳκίων λευκὰς ἤδη που καὶ ἄνδρες ἐκτήσαντο ἰδιῶται:

8.17.4 λαγῲ δὲ καὶ ἔλαφοι, τὸ μὲν Λιβυκὸν θρέμμα οἱ λαγῴ εἰσιν λευκοί, ἐλάφους δὲ ἐν Ῥώμῃ λευκὰς εἶδόν τε καὶ ἰδὼν θαῦμα ἐποιησάμην, ὁπόθεν δὲ ἢ τῶν ἠπείρων οὖσαι ἢ νησιώτιδες ἐκομίσθησαν, οὐκ ἐπῆλθεν ἐρέσθαι μοι. τάδε μὲν ἡμῖν λελέχθω τῶν ἐν Κυλλήνῃ κοσσύφων ἕνεκα, ὡς μὴ τοῖς ῥηθεῖσιν ἐς τὴν χρόαν αὐτῶν ἀπιστοίη μηδείς:

8.17.5 ἔχεται δὲ ἄλλο ὄρος Κυλλήνης Χελυδόρεα, ἔνθα εὑρὼν χελώνην Ἑρμῆς ἐκδεῖραι τὸ θηρίον καὶ ἀπ’ αὐτῆς λέγεται ποιήσασθαι λύραν. ἐνταῦθα Φενεάταις καὶ Πελληνεῦσιν ὅροι τῆς γῆς εἰσι, καὶ τοῦ ὄρους τῶν Χελυδορέων οἱ Ἀχαιοὶ τὸ πλέον νέμονται.

8.17.6 ἐκ Φενεοῦ δὲ ἰόντι ἐπὶ [τὴν] ἑσπέρας καὶ ἡλίου δυσμῶν ἡ μὲν ἀριστερὰ τῶν ὁδῶν ἐς πόλιν ἄγει Κλείτορα, ἐν δεξιᾷ δὲ ἐπὶ Νώνακριν καὶ τὸ ὕδωρ τῆς Στυγός. τὸ μὲν δὴ ἀρχαῖον ἡ Νώνακρις πόλισμα ἦν Ἀρκάδων καὶ ἀπὸ τῆς Λυκάονος γυναικὸς τὸ ὄνομα εἰλήφει: τὰ δὲ ἐφ’ ἡμῶν ἐρείπια ἦν, οὐδὲ τούτων τὰ πολλὰ ἔτι δῆλα. τῶν δὲ ἐρειπίων οὐ πόῤῥω κρημνός ἐστιν ὑψηλός, οὐχ ἕτερον δ’ ἐς τοσοῦτον ἀνήκοντα ὕψους οἶδα: καὶ ὕδωρ κατὰ τοῦ κρημνοῦ στάζει, καλοῦσι δὲ Ἕλληνες αὐτὸ ὕδωρ Στυγός.

×
×

Cookies Policy

We use only functional cookies which facilitate your Periegesis through our website and which expire when you close your browser.

Please note that the site is under development!

Please note that the site is under development!

Information in existing articles might be changed and new information might be added.